Ancient Greek
183.1.28 to 183.1.37
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 183.1.28-37
Unproofread scanNot analysed yet
Καὶ γὰρ τὰ ἐν τῷ Ἄσματι σημαίνόμενα, ταῦτα καὶ ἐν τοῖς προφήταις καὶ ἐν ταῖς ἄλλαις Γραφαῖς ἐκ διαστημάτων λεγόμενα εὑρίσκεται. Πάλιν τὸ ὡςπερ δεικνύντος τοῦ Ἰωάννου τὸν Ἀμνόν, ἕως Ἰωάννου ὁ νόμος καὶ οἱ προφῆται εἰσίν· οὕτως τὰ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων σημαίνόμενα τέλος ἐστὶ πάντων ἐν πάσῃ τῇ Θείᾳ Γραφῇ σημαινόμενων. Τί γὰρ ἄλλο μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν προσδοκᾶν δεῖ ἢ κρίσιν καὶ ἀνταπόδοσιν; Καὶ διὰ τοῦτο οἱ κατὰ Φρύγας παρεισάγοντες προφήτας μετὰ τὸν Κύριον, σφάλλονται, καὶ ὡς αἱρετικοὶ κατακρίνονται. Ἄσμα οὖν ᾀσμάτων, διὸ τὸ μετὰ τὰ ἐκ τοῦτο μηδὲν ἕτερον προσδοκᾶν. Καὶ ὡςπερ κατὰ τὸν νόμον Ἅγια ἦν, καὶ μετὰ τὰ Ἅγια Ἅγια ἁγίων, μετὰ δὲ τὰ Ἅγια τῶν ἁγίων οὐχ ἔτι ἦν ἐσωτέρος τόπος· οὕτως μετὰ τὰ ᾄσματα τὸ Ἄσμα τῶν ᾀσμάτων, μετὰ δὲ τὸ Ἄσμα τῶν ᾀσμάτων οὐχ ἔτι προσδοκᾶν ἔστιν ἐσωτέραν καὶ καινότεραν ἐπάγγελαν. Ἄπαξ γὰρ ὁ Λόγος ἐγένετο σάρξ, καὶ τετελείωκε τὸ ἔργον. Ἔστι δὲ ὅλον τὸ βιβλίον τοῦτο διάλογον