Ancient Greek
184.1.1 to 184.1.21
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 184.1.1-21
Unproofread scanNot analysed yet
πλῆρες τοῦ παλαιοῦ πρὸς τὸν Λόγον, καὶ καθόλου τοῦ ἀνθρωπίνου γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἑθνῶν Ἐκκλησίας πρὸς αὐτόν, καὶ τοῦ Λόγου πάλιν πρὸς αὐτήν καὶ πρὸς τὸ ἀνθρώπινον γένος· εἶτα τῶν ἑθνῶν πρὸς τὴν Ἱερουσαλήμ, καὶ τῆς Ἱερουσαλήμ περὶ τῆς ἐξ ἑθνῶν καὶ περὶ αὐτῆς διάλογον· εἶτα καὶ τῶν διακονούντων ἀγγέλων πρὸς τοὺς κληθέντας ἀνθρώπους τὸ κήρυγμα. Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ ἀξιούντος αὐτὸν κατελθεῖν καὶ συναφθῆναι τῇ σαρκὶ ταῦτα· Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοὶ σου ὑπὲρ οἶνον. »Καὶ πάλιν διὰ τούτων προτρέπεται· «Νέα πρὸς παλαιὰ ἐτήρησά σοι, ἑδελφιδέ μου. »Καὶ κοινὴ διὰ πάντων πρὸς τὸν Λόγον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· «Τίς δῆν σε, ἑδελφιδέ μου, ὠηλίζοντα μαστοὺς μητρὸς μου; εὐροῦσά σε ἐγώ, φιλήσω σε, καὶ οὐκ ἐξουδενώσω σε. Παραλήψομαι σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με. »Οὐ γὰρ ἐξωθεν, ἀλλ’ ἀφ’ ἧς ἐγεννήθην μήτρας, ἀναλαβεῖν αὐτὸν ἠξίουν τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός. Ἐκ γὰρ μόνης Παρθένου, ὡς πλάστης, ἐαυτῷ ἔλαβε τὸ σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἀνθρώπος γὰρ ἡ Θεοτόκος Μαρία. Καὶ τοῦ Λόγου δὲ πρὸς τοὺς ἀξιούντας, ἀναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρθένου, ταῦτα· «Εἰσῆλθον εἰς κήπον μου, ἀδελφὴ μου νύμφη, ἐτρυγήσα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μελιτὸς μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. »Εἰς γὰρ τὸν ἴδιον κήπον εἰσελθών, τὴν κτίσιν, ἔλαβεν ἐαυτῷ ἐκ τῆς Παρθένου τὸ σῶμα, καὶ γέγονεν ἄνθρωπος. Θνητὸν μὲν ἦν τὸ σῶμα, ἀλλὰ μετὰ εὐωδίας τοῦ παναγίου Λόγου συνῆπτο. Καὶ εἰ γάλα, ὡς ἄνθρωπος, ἠθελε τὸ σῶμα φαγεῖν, ἀλλὰ μετετείδου αὐτῇ καὶ οἶνον τῆς ἐαυτοῦ τελειότητος. Καὶ γὰρ ὡσπερ ἡσθιε γάλα, οὕτως ἐν αὐτῇ τὰ τῆς θεότητος ἐποίησεν ἔργα.