Ancient Greek
185.1.1 to 185.1.26
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 185.1.1-26
Unproofread scanNot analysed yet
σου. »Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μετα-βολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι· μήποτε πᾶθῃ πάλιν τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος, διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων :«Ἐὰν μὴ γνῶς σαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἐξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. »Οὐ δύναται γὰρ τις γνῶναι Θεόν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσέβεια γὰρ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως· αἴσθησις δὲ οὐχ ἡ ἔξωθεν, ἀλλ’ ἡ κατὰ ψυχὴν διάνοια μετὰ πίστεως. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν κλῆσιν τῶν ἔθνῶν γινομένην ἐν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει :«Τί ἔθεσε ἐν τῇ Σουναμιτίδι, ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν; »Οὐ γὰρ ἐξ ἑνός, ἀλλ’ ἐκ παντὸς ἔθνους ἦλθον, ἀφέντες τὰς ἰδίας παρεμβολάς, καὶ συντρίψαντες τὰς μάχαι-ρας, καὶ λοιπὸν εἰρηναῖς φρονούντες. Ἡ ἐξ ἔθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ, ὡσπερ μεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς· ὅτι μὴ ἀργὴ αὐτῆς ἐστιν ἡ κλῆσις· «Μέλαινα εἰμι καὶ καλή, θυγατέρες Ἱερουσαλὴμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρματα Σαλωμῶν. Μὴ βλέψατέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμι, ὅτι παρεδίσλε με ὁ ἥλιος. Υἱοὶ μητρός μου ἐμαχάντο ἐν ἐμοί· Ἐθεντό με φυλάκισαν ἐν ἀμπελῶσι. «Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. »Μέλαινα εἰμι· ἀλλ’ ὑπ’ αὐτὸν τὸν ἥλιόν εἰμι. Εἰ γὰρ καὶ ἀκροβυστός εἰμι, φθην, ἀλλ’ ἀπεταξάμην εἰδώλοις, καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὡσπερ καὶ ὁ Ἀβραάμ· ἑκείνης γὰρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο δέομαι, «Εἰσάγατέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ’ ἐμὲ ἀγάπην, τηρησάτε με ἐν μύροις, στοιχάσατέ με ἐν ἡλίοις· ὅτι τετραμμένη ἀγάπης ἐγώ. »Μὴ τῇ ἀκροβυστίᾳ προσέχετε, ἀλλ’ ἐν ἀγάπῃ προσλάβετε με, ὦ νόμοι καὶ προφῆται. Καὶ εἰ δυσ-ωδὴς εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παιδεύσε, καὶ εὐωδία σου στήριξον· τέτραμαι γὰρ τῇ ἀγάπῃ. Καὶ διὰ τοῦτο, «Ὁρκίζω ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ταῖς ἰσχύσι τοῦ ἀγροῦ, ἕαν ἐγεί-ρητε, καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὐ θελήση.