Ancient Greek
184.1.22 to 184.1.34
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 184.1.22-34
Unproofread scanNot analysed yet
Εἶτα ὁ Λόγος λοιπὸν ἐνδυσάμενος τὸ σῶμα προσκαλεῖται τὸν παλαιὸν λαόν, ὡς πρώτων πιστευθέντα τὰ λόγια, διὰ τούτων· «Ἀνάστα, ἐλθε πλησίον μου, καλὴ μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπήλθεν, ἐπορεύθη ἐαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἐλθασκε, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ἡ συκὴ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἀμπελοὶ ἡμῶν κυπρίζουσιν. »Ὡς γὰρ λαβόντος τοῦ πρώτου λαοῦ ἴως καιροῦ τὴν σκιὰν τὴν ἐν νόμῳ, διδάσκει, καὶ ὡς εἰδόσα τὴν φωνὴν τοῦ τρυγόνος, ὑπομεινῆσκει. Προσκαλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλήμ, προσκαλεῖται λοιπὸν καὶ τοὺς ἀπὸ τῶν ἑθνῶν διὰ τούτων· (εἰς γὰρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἑθνῶν·) «Δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Ἀπὸ Λιβάνου ἐλεύση, καὶ διελύση ἀπ’ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανείρ καὶ Ἀερμὼν, ἀπὸ μακρῶν λεόντων, ἀπὸ ὀρέων παρθένων. »Ἀπὸ γὰρ εἰδωλολατρίας καὶ θηριωδῶς τρόπου προσκαλεῖται τούτων εἰς τὴν πίστιν. Κληθείσα τοίνυν ἐξ ἑθνῶν καὶ ἤδη κατανυγείσα, λέγει πρὸς τὸν Λόγον ταῦτα· «Ἀπαγγείλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου· ποῦ πομαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ· μήποτε γένωμαι ὡς περιβολομένη ἐπ’ ἀγέλαις ἑταίρῶν