Ancient Greek
187.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 187.1
Unproofread scanNot analysed yet
οἱ οὗτοι, Ὦσιε, καὶ Ἠσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τοῦ τε Ἰούδα, Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχάζ, καὶ Ἐzechίου βασιλέως Ἰούδα· καὶ ἐν ἡμέραις Ἱεροβοάμ υἱοῦ Ἰωάς, βασιλέως Ἰσραὴλ προεφήτευσαν. Ἐγένετο δὲ λόγος πρὸς τὸν Ὦσιε, καὶ προσητεύει οὗτος τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραήλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σαμαρείας. Καὶ ἐλέγχας καὶ συγχλείσας αὐτοὺς εἰς ἀπειθείαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ὅν ἥς αὐτὸς ἔλαβε πόρνης γυναῖκός, ἣν καὶ λαβὼν ἐσωφρόνισεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προσητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας.