Ancient Greek
187.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 187.2
Unproofread scanNot analysed yet
Ἄμως, β'. 27. Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὦσιε καὶ τῷ Ἠσαΐα· ἐπὶ γὰρ Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοάμ τοῦ Ἰωάς, βασιλέως Ἰσραήλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προσητεύει κατὰ τῆς Ἱερουσαλήμ, καὶ κατὰ τοῦ Ἰσραὴλ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν Δαμασκοῦ, Γάζης, Ἀσκαλώνος, Ἀζώτου, Ἀκκάρων, Τύρου, Ἰδουμαίας, Θαϊμάν, υἱῶν Ἀμμῶν καὶ Μωάβ. Καὶ οὗτος ἐλέγχει καὶ συγχλείει πάντας εἰς ἀπειθείαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὲλ, διαβάλλοντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοάμ, ὡς λέγοντα κατ' αὐτοῦ καὶ κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἤττον οὐκ ἐπαύσατο παρρησιαζόμενος, καὶ λέγων τὰ λόγια, καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος.