Ancient Greek
188.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 188.1
Unproofread scanNot analysed yet
καὶ κατασ-τραφῆσεται Νινευὶ. Ἄλλ᾽ Ἰωνᾶς, φεύ- A γων τὸ κήρυγμα, ἀνέβη εἰς πλοῖον, χειμῶνός τε γενομένου, ἐξέβαλεν, καὶ κατεπόθη ὑπὸ κήτους θαλασσίου. Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κήτος τὸν Ἰωνᾶν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρου λόγος Κυρίου ἐγένετο πρὸς αὐτόν, καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευὶ. Ἐκεῖνοι τε, ἀκούσαντες, μετενόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ᾽ αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς ἐξ ἔργων ἐγένετο, καταποθείς ὑπὸ τοῦ κήτους, καὶ μετὰ τρεῖς ἡμέρας ὡς πάλιν ἐκθοείς.