Ancient Greek
188.2 to 188.4
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 188.2-4
Unproofread scanNot analysed yet
Ναοὺμ ὁ τοῦ Ἐλκεσαίου, ζ. 32. Δῆγμα περὶ τῆς ἀπωλείας |Νινευὶ, βιβλίον δράσεως προφητεύει ὁ τοιοῦτος· καὶ κηρύττει μὲν καὶ περὶ ἑορτῆς· προσηύξατο δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος. Καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευὶ καὶ τοῦ τέλους αὐτῆς καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ ἀπαγγέλλει. Ἀμβακοῦμ, η. 33. Δῆγμα καὶ αὐτὸς εἶδε, καὶ προσηύξατο, δεόμενος μὲν περὶ τῆς ἀλώσεως τῆς Ἱερουσαλὴμ· προσημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προσηύξατο κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξὺ ἐστὶ προσευχὴ τοῦ προφήτου μετ᾽ ᾠδῆς, καὶ τρία διαψάλματα ἐστὶν ἐν τῇ λεγομένῃ ᾠδῇ, ἄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τοῦ θανάτου νίκης.