Ancient Greek
188.6
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 188.6
Unproofread scanNot analysed yet
Σοφονίας ὁ τοῦ Χουσί, θ. 34. Οὗτος καὶ Ἱερεμίας συγχρόνισαν ἀλλήλοις. C Ἄμφότεροι γὰρ ἐπὶ τοῦ Ἰουσίου βασιλέως Ἰουδα ἐπροφήτευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτόν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰουδα· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης, ὥστε ἐξαρθῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ δῶσα, καὶ πολὺν ὀρὴνον, καὶ κοπτεδὸν γίνεσθαι. Προφητεύει δὲ καὶ περὶ τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι᾽ ἡμᾶς ποιεῖ. Προφητεύει δὲ καὶ κατὰ Γάζης, καὶ προφητεύει κατὰ Ἀσκαλώνος, καὶ Ἀζώτου, καὶ τῆς Ἀσχαρῶν, καὶ κατὰ Μωάβ, καὶ Ἀμμῶν, καὶ κατὰ Δαμασχοῦ, καὶ κατὰ Νινευὶ, καὶ κατὰ τῶν Αἰθιόπων.