Ancient Greek
190.1 to 190.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 190.1-2
Unproofread scanNot analysed yet
Barouχ δὲ ἐπιγράφει τὸ βιβλίον, ἐπειδὴ οὗτος, ἄγραφας ἀπὸ στόματος Ἱερεμίου τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυλῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτούς, καὶ ἐπαγγέλλομενος τοῦτοισ τὴν παρὰ Θεοῦ ἐλπίδα. Θρήνοι ἐπιγράφει τὸ βιβλίον, ἐπειδὴ τούτους τοὺς λόγους ἐθρήνησεν Ἱερεμίας περὶ τῆς Ἱερουσαλήμ, ὅτε καὶ καὶ ἡχμαλωτίσθη ὁ λαός. Ἐπιστολὴ Ἱερεμίου καλεῖται, ἐπειδὴ ταύτην ἔγραψεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλίζομενος αὐτούς, ἵνα μὴ βλέποντες αὐτὰ συνπαγῶσι τοῖς σεβομένοις ταῦτα.