Ancient Greek
190.4
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 190.4
Unproofread scanNot analysed yet
Βιβλίον κα'. Ἐzechiel υἱὸς Βουζὶ ἱερεύς. 40. Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερεμίας, καὶ τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ B ἤρξατο προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτόν, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' αὐτόν. Καὶ ὁρασιν μὲν ἐξ ἀρχῆς ζῴων τετραπροσώπων θαυμαστήν, καὶ ἐκπληκτικωτάτην, καὶ δυσερμηνευτον ὁρά· προφητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραήλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ αὐτοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλήμ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας αὐτῆς, περὶ τε τῆς παραβολῆς, ἥς ἔλεγεν · Οἱ πατέρες ἔφαγον βυφακα, καὶ ὀδόντες τῶν τέκνων ἐκωδίασαν (19). »Καὶ τοῖς υἱοῖς Ἀμμών, καὶ περὶ τῶν Ὀολδ, καὶ τῶν Ὀλιδᾶ, καὶ ἐπὶ Σοὺρ θρήνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ τῆς ἡμέρας Κυρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρήνον ἐπὶ Φαραὼ καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηείρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζαάντων, καὶ ἐπὶ C Γύγ, καὶ τὴν γῆν τοῦ Μαγώγ. Τῷ τε ἀρχοντι Τύρου, καὶ θρήνον κατ' αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ. Καὶ τὸ τελευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσαλὴμ διαγράφων, προφητεύει.