Ancient Greek
193.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 193.2
Unproofread scanNot analysed yet
Βιβλίον Τωβίτ. 44 Ὁνομάζεται οὕτως τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ αὐτοῦ τοῦ Τωβίτ ἱστορίαν περιέχει. Ἦν δὲ οὗτος ἀπὸ μὲν φυλῆς Νεφθαλείμ· γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευί, ἐλεήμων καὶ θεοσεβής. Καὶ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἔσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλὰ ἑαυτὸν συντήρει. Ἦν δὲ καὶ προαγοραστής τοῦ βασιλέως Ἐνεμεσάρου, καὶ παρέθετο ἐν τῇ Μηδίᾳ Γαμαηλίῳ τάλαντα δέκα. Οὕτως ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων. Διαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχρήλ, ἐφυγε, καὶ ἐπανελθὼν καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ, ὡς εἰωθεν, ἐν τῷ κοιμᾶσθαι ἀνεψυγμένους ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε, καὶ οὐκ ἐτι ἐβλεπεν. Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις θυγάτηρ τοῦ Ῥαγουὴλ συγγενούς αὐτοῦ, Σάρρα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων ὁ Ἀσμοδαῖος. Ἐπτά γοῦν ἔξης λαβόντας αὐτὴν ἀπέκτεινε· καὶ πάνυ λυπηθεῖσα ἡ παῖς, ἠξίτο, καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεός, τὸν ἀρχάγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ, παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ, μὴ λαβεῖν ἀλλοχθὼν γυναῖκα εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ γένους, δίδωσιν αὐτῷ τὸ χειρόγραφον τῶν δέκα ταλάντων, καὶ ἐντέλλεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι. Ἀγνοοῦν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρχεται ζητῆσαι συνοδοιπόρον, καὶ Θεοῦ προνοία εὐρίσκει τὸν Ῥαφαήλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μισθοῦται αὐτὸν λέγοντα εἰδεῖναι τὴν ὁδόν. Καὶ συνοδεύει αὐτῷ ὁ ἄγγελος, ὡς ἄνθρωπος, λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγριν ποταμὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν καταβῆναι καὶ λούσασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεσπάθη τῷ παιδαρίῳ μέγας. Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος, καὶ τεμεῖν αὐτόν, καὶ λαβεῖν τὸ ἦπαρ, καὶ τὴν καρδίαν, καὶ τὴν χολήν, Καὶ ταῦτα τηρεῖν. Εἶτα πυθνομένου τοῦ παιδός, Εἰς τί χρήσιμα ταῦτα; ἐκεῖνος ἔφη· Τὸ ἦπαρ καὶ ἡ καρδία, θυμιούμενα, διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθαρίσει τὰ λευκώματα. Ὁ μὲν οὖν παῖς [τοῦτο] συμβουλίᾳ καὶ συνεργίᾳ λαμβάνει τὴν τοῦ Ῥαγουὴλ θυγατέρα τὴν Σάρραν γυναῖκα, διωχθέντος τοῦ δαιμονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἄνωτερα μέρη Αἰγύπτου ὑπὸ τοῦ ἀγγέλου. Μεῖνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα, ὑποστρέφει μετὰ τῆς γυναικὸς καὶ αὐτὸς πρὸς τὸν πατέρα. Ὑποστέφας δὲ ὁ παῖς, ἐγνοεῖ