Ancient Greek
194.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 194.1
Unproofread scanNot analysed yet
τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτοντας αἰ λειπίς, καὶ εὐθὺς ἔδλεψεν. Ὀσε μὲν οὖν ἐτυφλώθη ὁ Τοβίτ, ἦν ἐτῶν νη'· ὅτε δὲ ἀνέδλεψεν ἦν ἐτῶν ζς'. Καὶ λοιπὸν βλέψαντος αὐτοῦ, ἐπανέφενεν ἐαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τὰ τοῦ Θεοῦ ἀπεστάλην εἰς βοηθίαν αὐτῶν τε καὶ τῆς Σάρρας. Γράψας δὲ ὁ Τοβίτ, παρήγγειλε τῷ υἱῷ αὐτοῦ Τοβίτ ἀπελθεῖν εἰς τὴν Μηδίαν, διὰ τὴν ἐσομένην καταστροφὴν τῆς Νινευὶ κατὰ τὸ ῥῆμα Ἰωνᾶ τοῦ προφήτου. Καὶ ἐκλιπὼν, ἀπέθανεν ἐτῶν ρνη'. Ὁ δὲ υἱὸς αὐτοῦ Τοβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθερούς ἐαυτοῦ, καὶ ἀκούσας περὶ τῆς καταστροφῆς τῆς Νινευὶ, ἀπέθανεν ἐτῶν ρζ'.