Ancient Greek
211.4
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 211.4
Unproofread scanNot analysed yet
Τρίτη, καὶ αὕτη Πέτρου. 54. Ὁμοίως καὶ αὕτη παρὰ τοῦ αὐτοῦ γραφεῖσα τὴν τοῦτον ἔχει ὀνομασίαν. Αὐτὸς γὰρ Πέτρος καὶ ταύτην ἐπιστέλλει τοῖς ἤδη πιστεύσασιν. Ἔστι δὲ ἡ Ἐπιστολὴ ὑπόμνησις τῶν πρώτων. Εἰδὼς γὰρ ταχεῖν αὐτοῦ ἔσεσθαι τὴν ἀνάλυσιν τοῦ σώματος, ἐσπουδάσατε πάντα ὑπομνήσαι περὶ ὧν κατηχῆθσαν τὴν διδασκαλίαν. Καὶ πρῶτον μὲν περὶ τῆς πίστεως ἐξηγεῖται, καὶ δείκνυσιν ἀπὸ τῶν προφητῶν αὐτὴν εὐηγγελίσθαι· καὶ ὅτι αἱ προφητεῖαι αἱ περὶ τοῦ Σωτῆρος οὐκ εἰσιν ἀνθρώπιναι, ἀλλὰ παρὰ Θεοῦ ἐλαλήθησαν. Ἔπειτα παραγγέλλει μὴ προσέχειν τοῖς ἀπατῶσι, λέγων ἔσεσθαι αὐτῶν ἀπόλειαν, ὥσπερ καὶ τῶν παραβάντων ἀγγέλων γέγονε. Προμηνύει δὲ ἐν τῇ Ἐπιστολῇ ἡμέρας ἔσεσθαι, ἐναὶς ἐμπαίζεται περιπατήσουσι, καὶ θελήσουσιν ἀπατῆν τινὰς, λέγοντες μάτην λέγεσθαι παρ’ ἡμῶν τὴν παρουσίαν τοῦ Σωτῆρος, διὰ τὸ δεῖ λέγεσθαι, καὶ μήπω παραγενέσθαι. Ἀπὸ τούτων οὖν καὶ μάλιστα ἀπἔχεσθαι παραγγέλλει, διδάσκων, μὴ ὀλιγωρεῖν ἐν τοῖς χρόνοις. Πάντα γὰρ τὸν χρόνον μηδὲν εἶναι ἐνώπιον Κυρίου, διὰ τὸ καὶ τὴν μίαν ἡμέραν ὡς χίλια ἔτη εἶναι, καὶ τὰ χίλια ἔτη ὡς ἡμέραν μίαν. Ἔσεσθαι δὲ