Ancient Greek
212.1 to 212.36
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 212.1-36
Unproofread scanNot analysed yet
ταχέως τὴν ἡμέραν Κυρίου διαδεδοῦσται, καὶ ἀποδείκνυσιν, καὶ ἐντέλλεται ἐτοιμὸς εἶναι πάντας εἰς αὐτὴν ἐν ἔργοις ἀγαθοῖς, καὶ ἀγαπᾶν ὑπὸ τοῦ ἀποστόλου Παύλου γραφέντα, καὶ μὴ προσέχειν τοῖς διαβάλλουσιν αὐτὰ διὰ τὸ καὶ πάσας τὰς θείας Γραφὰς διαβάλλειν αὐτούς. Ὑπομνήσας οὖν καὶ διδάξας πάντας προειδεῖν τὰ πράγματα, παρακαλεῖ μὴ ἐκπίπτειν τοῦ σκοποῦ τῆς πίστεως, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν. 55 Τετάρτη, Ἰωάννου. 55. Οὕτως καὶ αὕτη καλεῖται, ἐπειδὴ καὶ αὐτὸς Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ ταύτην ἐπιστέλλει, ὑπομιμνήσκων τοὺς ἤδη πιστεύσαντας εἰς τὸν Κύριον. Καὶ πρῶτον μὲν ὡσπερ ἐν τῷ Εὐαγγελίῳ, οὕτως καὶ ἐν ταύτῃ τῇ Ἐπιστολῇ θεολογεῖ περὶ τοῦ Λόγου, ἀποδεικνύς αὐτὸν δεῖ εἶναι ἐν τῷ Θεῷ, καὶ διδάσκων τὸν Πατέρα φῶς εἶναι, ἵνα καὶ οὕτως γνῶμεν τὸν Λόγον ἀπαύγασμα ἐξ αὐτοῦ εἶναι. Θεολογῶν δὲ, ἐξηγεῖται μὴ νεώτερον εἶναι τὸ καὶ ἡμᾶς μυστήριον, ἀλλὰ καὶ ἐξ ἀρχῆς μὲν ἀεὶ τυγχάνειν αὐτό, νῦν δὲ φανερωθῆναι ἐν τῷ Κυρίῳ, ὅστις ἐστὶ ζωὴ αἰώνιος, καὶ Θεὸς ἀληθινός. Καὶ τὸ αἴτιον δὲ τῆς τοῦ Λόγου παρουσίας καὶ ἐπιφανείας αὐτοῦ τίθησιν εἶναι λέγων τοῦτο, ἵνα τὸ καταλῦσαι τὰ ἔργα τοῦ διαβόλου, καὶ ἡμᾶς ἐλευθερωθῆναι τοῦ θανάτου, καὶ γινώσκειν ἡμᾶς τὸν Πατέρα, καὶ αὐτὸν τὸν Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Γράφει γοῦν πρὸς πᾶσαν ἡλικίαν, πρὸς παῖδας, πρὸς νεανίσκους, πρὸς γέροντας, ὅτι ὁ μὲν Θεὸς ἐγνώσθη, ἡ δὲ διαβολικὴ ἐνέργεια λοιπὸν νενικήται, καταργηθεὶς τοῦ θανάτου. Εἶτα λοιπὸν δι' ὅλης τῆς Ἐπιστολῆς περὶ ἀγάπης διδάσκει, θέλων ἡμᾶς ἀλλήλους ἀγαπᾶν, ἐπειδὴ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ἐξηγεῖται οὖν ἐπὶ διαφορᾷ φόβου καὶ ἀγάπης, καὶ τέκνων Θεοῦ καὶ τέκνων διαβόλου, καὶ περὶ ἁμαρτίας θανατικῆς, καὶ μὴ θανατικῆς, καὶ διαφορὰς πνευμάτων. Καὶ λοιπὸν διαιρεῖ, ποῖον μὲν πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστι, ποῖον δὲ τῆς πλάνης, καὶ πότε μὲν γινωσκόμεθα τέκνα Θεοῦ, πότε δὲ διαβόλου· καὶ περὶ ποίας