Ancient Greek
212.56.1 to 212.56.19
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 212.56.1-19
Unproofread scanNot analysed yet
56. Ταύτην ὡς πρεσβύτερος γράφει κυρίᾳ καὶ τοῖς δρών πανταχοῦ · ἔπειτα σημαίνει πολλάκις ἑαυτὸν προθελόμενον ἐλθεῖν διὰ τὸν εἰς αὐτοὺς πόθον, καὶ τῶς μὴ δεδυνήσθαι. Καὶ λοιπὸν διδασκαλικὴν τὴν Ἐπιστολὴν ποιεῖται περὶ κλήσεως ἐθνῶν, καὶ ὅτι ἡ περιτομὴ ἕως καιροῦ ἦν, καὶ νῦν πέπτωκεν · καὶ ὅτι διὰ τοῦ Χριστοῦ λέλυται τὸ παράγγελμα τοῦ Ἀδάμ, καὶ ἡ σκιὰ τοῦ νόμου παρήλθε. Τὴν μὲν οὖν κλῆσιν τῶν ἐθνῶν ἀκολούθως γεγενηθῆναι κατασκευάζει οὕτως, ἀποδεικνύς πᾶσιν ἀνθρώποις ἐφύκτον εἶναι τὸν νόμον, καὶ πάντας ἀδιάκτω τῇ φύσει καὶ ἀπ’ αὐτῆς τῆς κτίσεως δύνασθαι γινώσκειν τὸν Θεόν. Διὸ καὶ εἰκότως αἰτιᾶται πρῶτον Ἕλληνας, ὡς τοῦ μὲν Θεοῦ φανερωτάτους αὐτοὺς ἐκ τῶν ποιημάτων τοῦ κόσμου τὴν περὶ ἑαυτοῦ γνῶσιν, καὶ τῆς αἰδίου δυνάμεως αὐτοῦ, ἥτις ἐστὶν ὁ Ἄρχος αὐτοῦ, ἐν ᾧ καὶ δι’ οὗ τὰ πάντα πεποίηκεν · ἐνεῖναι δὲ μὴ ἐγνώκασι· μᾶλλον ἐκ τῶν κτισμάτων εἶναι Θεὸν τὸν τούτων δημιουργόν· ἀλλὰ τούναντίον αὐτὰ τὰ ποιήματα θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἢ τῇ κτίσει λατρεύσαντας. Αἰτιᾶται δὲ καὶ Ἰουδαίους, ὡς μὴ φυλάξαντας τὸν νόμον· ἀλλὰ καὶ μᾶλλον διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάσαντας. Καὶ οὕτως ἀμφότερα τὰ μέρη Ἰουδαίους τε καὶ Ἕλληνας ἐλέγχει, καὶ συχλάζει ἐπὶ παρανομίᾳ· ἵνα δεῖξῃ, ὅτι ἴσοι γεγόνασι οἱ πάντες, ὡς ὑπεύθυνοι ἐπίσης, καὶ τοῦ Λυτροῦμένου δεόντες. Τῆς δὲ χάριτος καὶ λυτρώσεως ἐπίσης καὶ τοῖς Ἰουδαίοις γενομένης καὶ τοῖς ἔθνεσιν, εἰκότως καὶ ἡ κλῆσις γέγονε τῶν ἐθνῶν· τῆς δὲ κλήσεως τῶν ἐθνῶν γενομένης, ἐξ ἀνάγκης πέπτωκεν ἡ περιτομὴ καὶ ἡ ἐν τῷ νόμῳ σκιὰ. Ὀ γὰρ Ἀβραάμ, φησίν, οὐκ ἐν περιτομῇ, ἀλλὰ πρὸ τῆς περιτομῆς δικαιωθεὶς, μετωνομάσθη μὲν Ἀβραάμ, ὅτι πατὴρ πολλῶν ἐθνῶν ἔμελλεν εἶναι, κατὰ τὴν ἐν τῇ ἀχρυσωτίᾳ πίστιν· ἔλαβε δὲ μετὰ τὸ δικαιωθῆναι, καὶ τὴν περιτομὴν ἐν τῇ σαρκί, ἵνα σημεῖον ἢ τοῖς κατὰ σάρκα γεννησομένοις ἐξ αὐτοῦ παύσεσθαι·