Ancient Greek
212.39 to 212.54
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 212.39-54
Unproofread scanNot analysed yet
ἁμαρτίας ὀφείλομεν εὐχεσθαι· καὶ ὅτι ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὐκ ἐστὶν ἄξιος τῆς κλήσεως, οὐδὲ δύναται λέγεσθαι τοῦ Χριστοῦ. Καὶ τὴν ἐνότητα δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δείκνυσιν· καὶ ὅτι ὁ ἀρνοῦμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει. Διακρίνει δὲ ἐν τῇ Ἐπιστολῇ ταύτῃ, λέγων καὶ τὸ ἴδιον τοῦ Ἀντιχρίστου· εἶναι δὲ τοῦτο τὸ λέγειν μὴ εἶναι τὸν Ἰησοῦν αὐτὸν τὸν Χριστόν, ἵνα, ὡς μὴ δυνὰς ἐκείνου, ἑαυτὸν εἴπῃ εἶναι ὁ ψεύστης. Παραίνει δὲ δι' ὅλης τῆς Ἐπιστολῆς μὴ ἀθymeῖν τοὺς πιστεύοντας τῷ Κυρίῳ, καὶ μισοῦνται ἐν τῷ κόσμῳ, ἀλλὰ μᾶλλον χαίρειν, ὅτι τὸ μῖσος τοῦ κόσμου δείκνυσιν τοὺς πιστεύσαντας μεταβεβηκέναι ἀπ' αὐτοῦ κόσμου, καὶ εἶναι λοιπὸν τῆς οὐρανοῦ πολιτείας. Καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῆς πάλιν ὑπομιμνήσκει λέγων, ὅτι τοῦ Θεοῦ Υἱὸς ζωὴ αἰώνιος ἐστι, καὶ Θεὸς ἀληθινός, καὶ ἵνα τούτῳ δουλεύσωμεν, καὶ φυλάττωμεν ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων. 56 Πέμπτη, πάλιν καὶ αὕτη Ἰωάννου.