Ancient Greek
215.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 215.2
Unproofread scanNot analysed yet
B Δευτέρα, πρὸς Κορινθίους. 60. Ταύτην ἐπιστέλλει ὁ αὐτὸς Παῦλος πρὸς Κορινθίους ἀπὸ Ἐφέσου τῆς Ἀσίας, εὐραχὼς μὲν αὐτοὺς ἤδη καὶ διδάξας, ὑπομνησάμενος δὲ ὡμῶς διὰ τῆς Ἐπιστολῆς ταύτης. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὐτῆς· Κορίνθιοι, ἐν φιλονεικίας συναγόμενοι, ἐσχίζοντο ταῖς γνώμαις, καὶ λοιπὸν ἦν ἐν αὐτοῖς σχίσματα· καὶ δι' τῶν σχισμάτων, παρεθέλουν τὸν λαβόντα τὴν μητριανὴν εἰς γυναῖκα. Ἄλλοι δὲ ἤθελον καταλιμπάνειν τὰς γυναῖκας πρὸς αὐτῶν τῆς ἐγκρατείας. Τινὲς δὲ καὶ ἐν εἰδωλείοις ἦσαν ὡς ἀδιαφόρων ὄντων τῶν εἰδωλολατρῶν. Ἄλλοι δὲ τοὺς μὲν ἄλλους ἐξουδούουν, τοὺς δὲ λαλοῦντας γλώσσαις ἐθαύμαζον. Καὶ τέλος ἠπάτηντο καὶ εἰς τὸ περὶ ἀναστάσεως μυστήριον, λέγοντες μὴ ἐγερθήσεσθαι τὸ σῶμα ταύτην. Τοῦτων πάντων ἐν Κορίνθῳ κινουμένων, γράφουσιν οἱ λαοὶ τῷ Ἀποστόλῳ, καὶ λοιπὸν πρὸς πάντα ἀντιγράφει. Καὶ πρῶτον μὲν μαρτυρεῖ αὐτοῖς ἐν φρονήσει· καὶ γνώσει· οὐκ ἀποδέχεται δὲ αὐτοὺς ποιούντας τὰ σχίσματα, ἀλλὰ καὶ συμβουλεύει μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ' ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι· ἔπειτα, ἐπιτιμήσας τῷ τὴν μητριανὴν λαβόντι, καὶ παραίνεσας μὴ ἔχειν κρίματα πρὸς ἑαυτοὺς, λοιπὸν περὶ ὧν ἔγραφαν ἀποκρίνεται. Περὶ μὲν τοῦ γάμου διδάσκων, ἀδύνατον εἶναι τὴν σύζυγον, καὶ ἐν καιρῷ μόνον σχολάζειν διὰ τὴν εὐχὴν· διὰ δὲ τὴν ἀγάπην αὐτοὺς τὴν ἐγκράτειαν, γράφει περὶ παρθενίας, ὅτι μὴ ἀνάγκη, ἀλλὰ πειθὼ τοῦτο γένεσθαι. Ἔπειτα περὶ τῶν εἰδωλολατρῶν, ἵνα μὴ καταχρῶνται τῇ γνώσει, ἀλλὰ τῇ ἀγάπῃ πολιτεύωνται. Καλεῖ δὲ οὐκ ἐν τοῖς εἰδωλείοις συμπόσια, ἵνα μὴ σκανδαλίζωνται οἱ μικροί. Ἔπειτα περὶ τῶν πνευματικῶν χαρισμάτων γράφει· ἵνα μὴ διαφέρωνται ἐν τοῖς χαρίσμασι, μηδὲ προκρίνωσι τὸν ἔχοντα τὸ χάρισμα τοῦ τοῦ ἔχοντος τὸς· πάντα γὰρ τοῦ αὐτοῦ Πνεύματος εἶναι λέγει. Καὶ λοιπὸν περὶ ἀναστάσεως διδάσκει· ὅτι ἡ σάρξ ἐγερθήσεται, ἀποθνῄσκουσα μὲν φθαρτή, ἐγερρομένη δὲ ἄφθαρτος κατὰ τὴν τοῦ Χριστοῦ χάριν. Τὴν δὲ ἀνάστασιν ἀπὸ τοῦ ἐγερθῆναι τὸν Χριστὸν συνίστησι. Καὶ εἰς τὸ τέλος παραίνετικούς λόγους εἰς τὰ ἤθη γράφει, καὶ περὶ λογίας τῆς εἰς τοὺς ἁγίους παραγγέλλει, καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν.