Ancient Greek
216.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 216.1
Unproofread scanNot analysed yet
Τρίτη, πάλιν καὶ αὐτὴ πρὸς Κορινθίους. 61 Καὶ ταύτην πρὸς τοὺς αὐτοὺς ἐπιστέλλει ἀπὸ Μακεδονίας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὐτῆς· Δεξάμενοι Κορίνθιοι τὴν Ἐπιστολὴν τὴν προτέραν, κατενύγησαν ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ λαβόντος τὴν μητρυῖν, καὶ ἐλυπήθησαν δὲ, ὡς παρῆλθον τοιούτον ἀμάρτημα· εἶτα ὑφηρπάζοντο πρὸς τινὸν τῶν καὶ τὰς προφάσεις τῶν σχισμάτων ποιούντων, ὥστε παρακαθεῖσθαι τῷ γράμματι τοῦ νόμου, καὶ ἀδιάφορον ἡγεῖσθαι τὴν παρὰ τοῦ Χριστοῦ χάριν, καὶ μᾶλλον προστέχειν τοῖς ἐν προσώπῳ καυχωμένοις. Ἦσαν δὲ καὶ περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους φροντίζοντες καλῶς. Πρὸς ταῦτα οὖν ἀντιγράφει ὁ Ἀπόστολος. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτούς, ἐκβαλὼν τὸν παρανομήσαντα· ἔπειτα δεξιώσαιν αὐτοὺς συγκατενεῦει, καὶ μετανοήσαντα ἐκεῖνον κελεύει δεχθῆναι. Ἐν αὐτῇ δὲ διδάσκει περὶ τοῦ νόμου, διαιρῶν τὸ γράμμα, καὶ δείκνυσιν, ὅτι οὐ δεῖ λαμβάνειν τὸ γράμμα μόνον τοῦ νόμου, ἀλλ’ ἐν αὐτῷ τῷ γράμματι τὴν δυνάμιν ἐρευνᾶν· οὐ γὰρ μόνον ῥητὰ ἐστιν ὁ νόμος, ἀλλὰ καὶ ἐν τοῖς ῥήτοις ἐστι καὶ ὁ νοῦς τοῦ πνεύματος· ἔπειτα, ὅτι τοῦ Χριστοῦ ἐλθόντος, καινὴ κτίσις γέγονε, καὶ οὐ δεῖ κατὰ τὸ παλαιὸν ζῆν, ἀλλ’ ὡς ἐν καινῇ κτίσει ἐν πᾶσιν ἀνανεοῦσθαι καὶ ἀρχὴν εἶναι λοιπὸν τὴν περιτομὴν. Ἀποδέχεται δὲ αὐτοὺς καὶ περὶ τῆς διακονίας, καὶ προτρέπεται μᾶλλον αὐτοὺς πλεονάζειν. Εἶτα αἰτιοῦσιν τοὺς ἐν προσώπῳ καυχωμένους, καταλέγει πάντα, ἅπερ πέπονθε διὰ τὸν Κύριον, καὶ τὰς ὁπτασίας δὲ διηγείται, ὅσπερ ἑώραχεν, εἰς τε τὸν Παράδεισον καὶ εἰς τὸν τρίτον οὐρανὸν ἀρπαγείς. Εἶτα παραγγέλλας μὴ ἁμαρτάνειν, ἀλλὰ μετανοεῖν τοὺς ἁμαρτάνοντας, ἐν εὐχαριστίᾳ τελειοῖ τὴν Ἐπιστολὴν.