Ancient Greek
216.3
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 216.3
Unproofread scanNot analysed yet
Τέταρτη, πρὸς Γαλάτας. 62 Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, ἑωραχὼς αὐτοὺς ἤδη καὶ διδάξας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὐτῆς· Διδαχθέντες καλῶς οἱ Γαλάται παρὰ τοῦ Ἀποστόλου, καὶ πιστεύσαντες γνησίως εἰς τὸν Χριστόν, ἀποδημήσαντος αὐτοῦ, ὑφηρπάζθησαν παρὰ τινων, ὥστε περιτέμνεσθαι. Ταῦτα τοίνυν μαθὼν ὁ Ἀπόστολος, γράφει πρὸς αὐτούς. Καὶ πρῶτον μὲν μαρτυρῶν αὐτοῖς περὶ ἧς εἶχον πίστεως, καὶ γνησίας ἐν Χριστῷ διαθέσεως, μέμψεται ὡς ἀνόητως πράξαντας, καὶ μεταβαλομένους αὐτούς· ἔπειτα δὲ διαλαμθάνει περὶ τοῦ νόμου, καὶ τὴν κατὰ τὸν Ἀβραὰμ πίστιν· καὶ ἀποδεικνύσιν ἐκ τοῦ νόμου καὶ τῶν γυναικῶν Ἀβραὰμ, ἀλληγορήσας αὐτάς, μέχρι καιροῦ δεδοθῆναι τὸν σκιάν, καὶ τὴν περιτομὴν, καὶ ἀργεῖν λοιπὸν αὐτὴ τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Καὶ οὕτως ἀποδείξας, παραγγέλλει λοιπὸν αὐτοῖς μηκέτι προσέχειν τοῖς ἀπατήσασιν, ἀλλὰ μᾶλλον ἑχεσθαι τῆς ἐν Χριστῷ πίστεως, καὶ γινώσκειν, ὅτι ἡ ἐν Χριστῷ χάρις καταργεῖ τὴν κατὰ σάρκα περιτομὴν. Καὶ οὕτω πάλιν εἰς τὰ ἤθη παραίνεσας καὶ διδάξας, τελειοῖ τὴν Ἐπιστολὴν.