Ancient Greek
217.37 to 217.55
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 217.37-55
Unproofread scanNot analysed yet
αὐτῷ βαρεῖς γεγόναι ἐν τοῖς δεσμοῖς, φθόνον αὐτῷ κινούντες. Εἶτα αὐτοὺς προτρέπεται ἀλλήλους ἀγαπῆν, ἐξηγούμενος τὴν τοῦ Σωτῆρος φιλανθρωπίαν, ὅτι Θεὸς ὢν ἐνθρώπησεν δι' ἡμᾶς. Εἶτα περὶ τῆς περιτομῆς καὶ τοῦ παλαιοῦ νόμου διαλαβὼν ἀποδεικνύει ἀργὴν γεγενῆσθαι λοιπὸν τὴν περιτομήν, λαμβάνων ἀφ' ἑαυτοῦ τὸ παράδειγμα, καὶ λέγων, ὅτι «Ταῦτα πάντα ἡγοῦμαι διὰ τὸν Χριστὸν ζημίαν. »Διὸ καὶ τοὺς μὲν διδάσκοντας ἐπὶ περιτομῇ, καὶ θέλοντας αὐτοὺς ἀπατῆσαι, μέμφεται, καὶ λέγει ἐχθροὺς εἶναι τοῦ Χριστοῦ. Ἀποδείκνυσι δὲ Φιλιππησίους διὰ τὴν πρὸς αὐτὸν τῆς κοινωνίας δόσιν· καὶ προτρέψας μενος πάλιν εἰς τὰ ἦθη αὐτοὺς, τελείως τὴν Ἐπιστολήν. Ἕβδομη, πρὸς Κολοσσαίους. 65. Ταύτην ἀποστέλλει ἀπὸ Ῥώμης, οὐχ ἑωρακὼς μὲν αὐτοὺς, ἀκούσας δὲ περὶ αὐτῶν. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὐτῆς· Τοὺς Κολοσσαίους ἐπει- ροῦντο τινὲς ἀπατῆσαι σοφίαισιν Ἑλληνικοῖς κατὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, καὶ περὶ τῶν ἐν τῷ νόμῳ βρωμάτων, καὶ τῆς περιτομῆς. Ταῦτα τοίνυν