Ancient Greek
218.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 218.1
Unproofread scanNot analysed yet
μαθὼν ὁ Ἀπόστολος, γράφει τὴν Ἐπιστολὴν αὐτοῖς ταύτην, ὥσπερ κατηχητικήν. Καὶ πρῶτον μὲν εὐχα-ριστῶν τῷ Θεῷ, σημαίνει ἀπὸ τοῦ σκότους αὐτοὺς μεταδεδομένα εἰς τὸ φῶς τῆς ἀληθείας, καὶ ὅτι ὁ Χριστὸς, εἰς ὃν ἐπίστευσαν, εἰκὼν ἐστὶ τοῦ Θεοῦ, καὶ Λόγος, δι' οὗ τὰ πάντα γέγονε· καὶ ὅτι ἔπρεσεν αὐ-τὸν δημιουργὸν ὄντα γενέσθαι καὶ πρωτότοκον τῆς κτίσεως καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, ἵνα τὰ ἄμ-φότερα συνάψῃ, καὶ ζωοποιήσῃ τὰ πάντα. Προτρέπεις τε αὐτοὺς ἐμμένειν τῇ πίστει, σημαίνων, ὅτι αὐτὸς Παῦλος διάκονός ἐστι τοῦ Εὐαγγελίου, ἐν ᾧ κατηχή-θησαν· εἶτα δὲ καὶ περὶ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ βρωμάτων διαλαμβάνει, καὶ περὶ ἡμερῶν καὶ ἐνιαυ-τῶν, ἀ ἐξηγεῖται, καὶ ἀποδείκνυσιν ἠργημένα λοιπὸν πάντα τὰ παλαιὰ καὶ τὴν περιτομὴν· συμβουλεύει τε αὐτοὺς μὴ πλανᾶσθαι ἀπὸ τῶν σοφιζομένων, καὶ πλανῶν αὐτοὺς θελόντων. Καὶ λοιπὸν παραινέσας A B C D 66 151