Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 2
Athanasius Alexandrinus, Tomus ad Antiochenos 2
Not analysed yet
Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν’ ἅμα τὴν ὑμετέραν περιπτυξώμεθα καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύσωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δέ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς, ἐλυπήθημεν μέν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλειτουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ’ ἡμῶν πρὸς ὑμᾶς. καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι καίτοι δυνάμενοι σπεύδειν εἰς τὰς παροικίας ἑαυτῶν προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν ἕνεκά γε τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας. συνθεμένων γοῦν αὐτῶν παρεμυθησάμεθα ἑαυτούς, ὅτι αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων πάντες ἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν.