Ancient Greek
65.4 to 66.2
Atridarum Reditus, Fragmenta 65.4-66.2
Unproofread scanNot analysed yet
Pausan. I, 2, 1: Ταύτην τὴν Ἀντιόπην Πίνδαρος μὲν φησὶν ὑπὸ Πειρίθου καὶ Θησέως ἀρπασθῆναι, Τροϊζηνίῳ δὲ Ἠγίᾳ¹) τοιάδε ἐς αὐτὴν πεποίηται· Ἠρακλέα Θημίσκυραν πολιορκοῦντα τὴν ἐπὶ Θερμάδοντι ἐλεῖν μὴ δύνασθαι, Θησέως δὲ ἐρασθεῖσαν Ἀντιόπην, στρατεύσαι γὰρ ἅμα Ἠρακλεῖ καὶ Θησέα, παραδοῦναι τὸ χωρίον. τάδε μὲν Ἠγίας πεποίηκεν. Δῶρα γὰρ ἀνθρώπων νοῦν ἧπαξεν ἢδὲ καὶ ἔργα. Clem. Alex. Strom. VI, p. 264 (622 D) Sylb. 743 Pott. Ἀντιμάχου τε τοῦ Τηίου εἰπόντος· ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται, Ἀνγίας¹) ἐποίησε· „δῶρα —ἔργα“. Eustath. ad Od. p. 1796, 53 Rom. 597 Bas. Ὁ δὲ τοὺς νόστους ποιήσας Κολοφώνιος Τηλέμαχον μὲν φησι τὴν Κίρκην ὑστερον γῆμαι, Τηλέγονον δὲ τὸν ἐκ Κίρκης ἀντιγῆμα Πηνελόπην. ²)