Ancient Greek
66.3
Atridarum Reditus, Fragmenta 66.3
Unproofread scanNot analysed yet
Athen. VII. p. 281, B, C: φιλήδονον δ’ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖον φασι γενέσθαι Τάνταλον. ὁ γοῦν τὴν τῶν Ἀτρεϊδῶν ποιήσας κάθοδον ἀφισόμενον αὐτὸν λέγει πρὸς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσεσθαι ὅπου ἐπιθυμεῖ. τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακειμένον ὑπὲρ αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς, ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἀποτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ τῆς κεφαλῆς ἐξήρησεν αὐτῷ πέτρον, δι’ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. ³)