Ancient Greek
IV
Augustus, Res gestae divi Augusti (Greek version) IV
Not analysed yet
Τριῶν ἀνδρῶν ἐγενόμην δημοσίων πραγμάτων
κατορθωτὴς συνεχέσιν ἔτεσιν δέκα. §Πρῶτον
ἀξιώματος τόπον ἔσχον τῆς συνκλήτου ἄχρι
ταύτης τῆς ἡμέρας, ἧς ταῦτα ἔγραφον, ἐπὶ ἔτη τεσ-
σαράκοντα. §Ἀρχιερεύς, §αὔγουρ, §τῶν δεκαπέντε ἀν-
δρῶν τῶν ἱεροποιῶν, §τῶν ἑπτὰ ἀνδρῶν ἱεροποι-
ῶν, §ἀ[δε]λφὸς ἀρουᾶλις, §ἑταῖρος Τίτιος, §φητιᾶλις.
Τῶν [πατ]ρικίων τὸν ἀριθμὸν εὔξησα πέμπτον
ὕπατ[ος ἐπιτ]αγῇ τοῦ τε δήμου καὶ τῆς συνκλὴ-
του. §[Τὴν σύ]νκλητον τρὶς ἐπέλεξα. §Ἕκτον ὕπα-
τος τὴν ἀπ[ο]τείμησιν τοῦ δήμου συνάρχον-
[τ]α ἔχων Μᾶρκον Ἀγρίππαν ἔλαβον, ἧτις ἀπο-
[τείμη]σις μετὰ [δύο καὶ] τεσσαρακοστὸν ἐνιαυ-
τὸν [σ]υνε[κ]λείσθη. Ἐν ᾗ ἀποτειμήσει Ῥωμαίων
ἐτει[μήσ]α[ντο] κεφαλαὶ τετρακό[σιαι ἑ]ξήκον-
τα μυ[ριάδες καὶ τρισχίλιαι. Δεύτερον ὑ]πατι-
κῇ ἐξ[ουσίᾳ μόνος Γαΐῳ Κηνσωρίνῳ καὶ]
Γαίῳ [Ἀσινίῳ ὑπάτοις τὴν ἀποτείμησιν ἔλαβον·]
ἐν [ᾗ] ἀπ[οτειμήσει ἐτειμήσαντο Ῥωμαί]-
ων τετ[ρακόσιαι εἴκοσι τρεῖς μυριάδες καὶ τ]ρι[σ]-
χίλιοι. Κ[αὶ τρίτον ὑπατικῇ ἐξουσίᾳ τὰς ἀποτειμή]-
σε[ι]ς ἔλα[βο]ν, [ἔχω]ν [συνάρχοντα Τιβέριον]
Καίσαρα τὸν υἱόν μο[υ Σέξτῳ Πομπηίῳ καὶ]