Ancient Greek
V
Augustus, Res gestae divi Augusti (Greek version) V
Not analysed yet
Σέξτῳ Ἀππουληίῳ ὑπάτοις· ἐν ᾗ ἀποτειμήσει
ἐτειμήσαντο Ῥωμαίων τετρακόσιαι ἐνενήκοντα
τρεῖς μυριάδες καὶ ἑπτακισχείλιοι. §Εἰσαγαγὼν και-
νοὺς νόμους πολλὰ ἤδη τῶν ἀρχαίων ἐθῶν κα-
ταλυόμενα διωρθωσάμην καὶ αὐτὸς πολλῶν
πραγμάτων μείμημα ἐμαυτὸν τοῖς μετέπει-
τα παρέδωκα.
Εὐχὰς ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀναλαμβάνειν
διὰ τῶν ὑπάτων καὶ ἱερέων καθ’ ἑκάστην πεν-
τετηρίδα ἐψηφίσατο ἡ σύνκλητος. ἐκ τού-
των τῶν εὐχῶν πλειστάκις ἐγένοντο θέαι,
τοτὲ μὲν ἐκ τῆς συναρχίας τῶν τεσσάρων ἱερέ-
ων, τοτὲ δὲ ὑπὸ τῶν ὑπάτων. Καὶ κατ’ ἰδίαν δὲ καὶ
κατὰ πόλεις σύνπαντες οἱ πολεῖται ὁμοθυμα-
δ[ὸν] συνεχῶς ἔθυσαν ὑπὲρ τῆς ἐμῆς σω[τ]ηρίας.
Τὸ ὄν[ομ]ά μου συνκλήτου δόγματι ἐνπεριελή-
φθη εἰ[ς τοὺ]ς σαλίων ὕμνους. καὶ ἵνα ἱερὸς ᾦ
διὰ [βίο]υ [τ]ε τὴν δημαρχικὴν ἔχῳ ἐξουσίαν,
νό[μῳ ἐκ]υρώθη. §Ἀρχιερωσύνην, ἣν ὁ πατήρ
[μ]ου [ἐσχ]ήκει τοῦ δήμου μοι καταφέροντος
εἰς τὸν τοῦ ζῶντος τόπον, οὐ προσεδεξά-
μ[η]ν. §[ἣ]ν ἀρχιερατείαν μετά τινας ἐνιαυτοὺς