Ancient Greek
IX
Augustus, Res gestae divi Augusti (Greek version) IX
Not analysed yet
Τοῦτο πρῶτος καὶ μόνος ἁπάντων ἐπόησα τῶν
[κατα]γαγόντων ἀποικίας στρατιωτῶν ἐν Ἰτα-
λίᾳ ἢ ἐν ἐπαρχείαις μέχρι τῆς ἐμῆς ἡλικίας. §καὶ
μετέπειτα Τιβερίῳ Νέρωνι καὶ Ναίῳ Πείσωνι ὑπά-
τοις καὶ πάλιν Γαίῳ Ἀνθεστίῳ καὶ Δέκμῳ Λαι-
λίῳ ὑπάτοις καὶ Γαίῳ Καλουισίῳ καὶ Λευκίῳ
Πασσιήνῳ [ὑ]πάτο[ι]ς [καὶ Λ]ευκίῳ Λέντλῳ καὶ Μάρ-
κῳ Μεσσάλ[ᾳ] ὑπάτοις κ[α]ὶ [Λ]ευκίῳ Κανιν[ί]ῳ καὶ
[Κ]οίντῳ Φα[β]ρικίῳ ὑπάτοις στρατιώταις ἀπολυ-
ομένοις, οὓς κατήγαγον εἰς τὰς ἰδίας πόλ[εις], φιλαν-
θρώπου ὀνόματι ἔδωκα μ[υρ]ιάδας ἐγγὺς [μυρία]ς.
Τετρά[κ]ις χρήμ[α]σιν ἐμοῖς [ἀν]έλαβον τὸ αἰράριον, [εἰς] ὃ
[κ]ατήνενκα [χ]ειλίας [ἑπτ]ακοσίας πεντήκοντα
μυριάδας. κ[αὶ] Μ[ά]ρκῳ [Λεπίδῳ] καὶ Λευκίῳ Ἀρρουν-
τίῳ ὑ[πάτοις ε]ἰς τ[ὸ] στ[ρ]α[τιωτ]ικὸν αἰράριον, ὃ τῇ
[ἐμῇ] γ[ν]ώ[μῃ] κατέστη, ἵνα [ἐ]ξ αὐτοῦ αἱ δωρ[ε]αὶ εἰσ-
[έπειτα τοῖς ἐ]μοῖς σ[τρατι]ώταις δίδωνται, ο[ἳ εἴκο-
σι]ν ἐνιαυτο[ὺ]ς ἢ πλείονας ἐστρατεύσαντο, μ[υ]ρι-
άδα[ς] τετρά[κ]ις χειλίας διακοσίας πεντήκοντα
[ἐκ τῆς ἐ]μ[ῆς] ὑπάρξεως κατήνενκα.
[Ἀπ’ ἐκ]είνου τ[ο]ῦ ἐνιαυτοῦ, ἐ[φ’] οὗ Ναῖος καὶ Πόπλιος
[Λ]έντλοι ὕπατοι ἐγένοντο, ὅτε ὑπέλειπον αἱ δη-
[μό]σιαι πρόσοδοι, ἄλλοτε μὲν δέκα μυριάσιν, ἄλ-
[λοτε] δὲ πλείοσιν σειτικὰς καὶ ἀργυρικὰς συντάξεις