Ancient Greek
X
Augustus, Res gestae divi Augusti (Greek version) X
Not analysed yet
ἐκ τῆς ἐμῆς ὑπάρξεως ἔδωκα.
Βουλευτήρ[ιο]ν καὶ τὸ πλησίον αὐτῷ χαλκιδικόν,
ναόν τε Ἀπόλλωνος ἐν Παλατίῳ σὺν στοαῖς,
ναὸν θεοῦ [Ἰ]ουλίου, Πανὸς ἱερόν, στοὰν πρὸς ἱπ-
ποδρόμῳ τῷ προσαγορευομένῳ Φλαμινίῳ, ἣν
εἴασα προσαγορεύεσθαι ἐξ ὀνόματος ἐκείνου Ὀκτα-
ουίαν, ὃ[ς] πρῶτος αὐτὴν ἀνέστησεν, ναὸν πρὸς τῷ
μεγάλῳ ἱπποδρόμῳ, [§]ναοὺς ἐν Καπιτωλίῳ
Διὸς τροπαιοφόρου καὶ Διὸς βροντησίου, ναὸν
Κυρείν[ο]υ, [§]ναοὺς Ἀθηνᾶς καὶ Ἥρας βασιλίδος καὶ
Διὸς Ἐλευθερίου ἐν Ἀουεντίνῳ, ἡρώων πρὸς τῇ
ἱερᾷ ὁδῷ, θεῶν κατοικιδίων ἐν Οὐελίᾳ, ναὸν Νεό-
τητο[ς, να]ὸν μητρὸς θεῶν ἐν Παλατίῳ ἐπόησα.
Καπιτώλ[ιο]ν καὶ τὸ Πομπηίου θέατρον ἑκάτερον
τὸ ἔργον ἀναλώμασιν μεγίστοις ἐπεσκεύασα ἄ-
νευ ἐπιγραφῆς τοῦ ἐμοῦ ὀνόματος. §Ἀγωγοὺς ὑ-
δάτω[ν ἐν πλεί]στοις τόποις τῇ παλαιότητι ὀλισ-
θάνον[τας ἐπ]εσκευσα καὶ ὕδωρ τὸ καλούμενον
Μάρ[κιον ἐδί]πλωσα πηγὴν νέαν εἰς τὸ ῥεῖθρον
[αὐτοῦ ἐποχετεύσ]ας. [§]Ἀγορὰν Ἰουλίαν καὶ βασι-
[λικὴν τὴν μεταξὺ τ]οῦ τε ναοῦ τῶν Διοσκό-
[ρων καὶ Κρόνου κατα]βεβλημένα ἔργα ὑπὸ τοῦ
[πατρὸς ἐτελείωσα κα]ὶ τὴν αὐτὴν βασιλικὴν
[καυθεῖσαν ἐπὶ αὐξηθέντι] ἐδάφει αὐτῆς ἐξ ἐπι-