Ancient Greek
1 to 2
Autolycus, De Sphaera Quae Movetur 1-2
Not analysed yet
α΄, Ὁμαλῶς λέγεται φέρεσθαι σημεῖα, ὅσα ἐν ἴσῳ χρόνῳ ἴσα τε καὶ ὅμοια μεγέθη διεξέρχεται. βʹ. Ἐὰν δὲ ἐπί τινος γραμμῆς φερόμενόν τι σημεῖον ὁμαλῶς δύο γραμμὰς διεξέλθῃ, τὸν αὐτὸν ἕξει λόγον ὅ τε χρόνος πρὸς τὸν χρόνον, ἐν τὸ σημεῖον ἑκατέραν τῶν γραμμῶν διεξῆλθεν, καὶ ἡ γραμμὴ πρὸς τὴν γραμμήν.