Ancient Greek
Play Cha
Axionicus Comic., Fragmenta 1-2
Not analysed yet
Ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ
Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ' ὤν,
πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων
ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με
ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα
ἔχειν· ἐλυσιτέλει γάρ· ἥττων εἰμὶ γὰρ
τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ
τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα.
οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι·
μετεβαλόμην πρὸς τοῦτον, ὅσα τ' εἴρηκέ με
κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι.
πονηρὸς ὤν τε χρηστὸς εἶναί φησί τις,
ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν.
γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
αὔριον ἕωλον τοῦτ' ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.