Ancient Greek
Play Cha, lines 2-3
Axionicus Comic., Fragmenta 2-3
Not analysed yet
Ζωμὸν ποιῶ
θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
συντιθείς, οἴονται ἄνω ἔντερ' ἁλὶ καὶ σιλφίῳ
σφενδονῶν, ἀλλᾶντα τέμνω, παραφέρω χορδῆς τόμον,
ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
Τρύβλια, χύτρα, λοπάδιον, ὀξίς, χοῦς, ἁμίς,
λεκάνη, θυΐα, κάνθαρος, σείσων, λύχνος.
Β. ὑπηρεσία σοι παντελής, γραῦ, κεραμίων.