Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.1
Not analysed yet
Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγύσων,
τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζῴων
φυγή τε πάντων καὶ φόβου δρόμος πλήρης.
λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας
αὐτῷ μάχεσθαι. „μεῖνον“ εἶπε ,μὴ σπεύσῃς“
ἅνθρωπος αὐτῷ, „μηδʼ ἐπελπίσῃς νίκῃ·
τῷ δʼ ἀγγέλῳ μου πρῶτον ἐντυχὼν γνώσῃ
τί σοι ποιητέʼ ἐστίν. “εἶτα τοξεύει
μικρὸν διαστάς. χὠ μὲν οἰστὸς ἐκρύφθη
λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας
ὥρμησε φεύγειν ἐς νάπας ἐρημαίας.
τούτου δʼ ἀλώπηξ οὐκ ἄπωθεν εἱστήκει.
ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης,
„οὔ με πλανήσεις“ φησίν, „οὐδʼ ἐνεδρεύσεις·
ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει,
πῶς αὐτὸς ἤδη φοβερός ἐστι γινώσκω. “