Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.2
Not analysed yet
Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων
καὶ τὴν δίκελλαν ἀπολέσας 〈ἐπ〉εζήτει,
μή τις παρόντων τήνδʼ ἔκλεψεν ἀγροίκων.
ἠρνεῖθ’ ἕκαστος. οὐκ ἔχων δʼ ὃ ποιήσει,
εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων·
τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις
ἀγροὺς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους
εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν.
ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης
τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας,
κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν
μήνυτρα σύλων ὧν ὁ θεὸς ἐσυλήθη.
ὃ δὲ τοῦτʼ ἀκούσας εἶπεν· „ὡς μάτην ἥκω·
κλέπτας γὰρ ἄλλους πῶς ὁ θεὸς ἂν εἰδείη,
ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γινώσκει,
ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων; “