Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.Section pr
Not analysed yet
Γνεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων,
ὦ Βράγχε τέκνον, ἣν καλοῦσι χρυσείην.
τρίτη δʼ ἀπʼ αὐτῶν αὖτʼ ἐγένετο χαλκείη,
μεθʼ ἣν γενέσθαι φασὶ θεῖον ἡρώων
πέμπτη σιδηρῆ· ῥίζα καὶ γένος χεῖρον.
ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴων
φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει·
ἀγοραὶ δὲ τούτων ἦσαν ἐν μέσαις ὕλαις.
ἐλάλει δὲ πέτρη καὶ τὰ φύλλα τῆς πεύκης,
ἐλάλει δὲ κἰχθὺς, Βράγχε, νηὶ καὶ ναύτῃ,
στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν.
ἐφύετʼ ἐκ γῆς πάντα μηδὲν αἰτούσης,
θνητῶν δʼ ὑπῆρχε καὶ θεῶν ἑταιρείη.
μάθοις ἂν οὕτω ταῦτʼ ἔχοντα καὶ γνοίης
ἐκ τοῦ σοφοῦ γέροντος ἧμιν Αἰσώπου
μύθους φράσαντος τῆς ἐλευθέρης μούσης.
ὧν νῦν ἕκαστον, ἢν θέλῃς, ἐμῇ μνήμῃ
μελισταγές σοι νῷ τι κηρίον θήσω,
πικρῶν ἰάμβων σκληρὰ κῶλα θηλύνας.