Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.10
Not analysed yet
Αἰσχρῆς τις ἤρα καὶ κακορρύπου δούλης
ἰδίης ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ
ἅπανθ’ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης,
σύρουσα λεπτὴν πορφύρην ἐπὶ κνήμης,
πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ·
τὴν δʼ Ἀφροδίτην ὥσπερ αἰτίην τούτων
λύχνοις ἐτίμα, καὶ καθʼ ἡμέρην πᾶσαν
ἔθυεν ηὔχεθʼ ἱκέτευεν ἠρώτα·
ἕως ποτʼ αὐτῶν ἡ θεὸς καθευδόντων
ἦλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇδούλῃ
„μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ·
τούτῳ χολοῦμαι“ φησίν „ᾦ καλὴ φαίνῃ. “