Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.11
Not analysed yet
Ἀλώπεκʼ ἐχθρὴν ἀμπέλων τε καὶ κήπων
ξένῃ θελήσας περιβαλεῖν τις αἰκίη,
τὴν κέρκον ἅψας καὶ λίνου τι προσδήσας
ἀφῆκε φεύγειν. τὴν δʼ ἐπίσκοπος δαίμων
ἐς τὰς ἀρούρας τοῦ βλαβόντος ὡδήγει
τὸ πῦρ φέρουσαν. ἦν δὲ ληίων ὥρη
καὶ καλλίπαις ἀμητὸς ἐλπίδων πλήρης.
ὃ δʼ ἠκολούθει τὸν πολὺν κόπον κλαίων,
οὐδʼ εἶδεν αὐτοῦ τὴν ἅλωνα Δημήτηρ.
χρὴ πρᾷον εἶναι μηδʼ ἄμετρα θυμοῦσθαι.
ἔστιν τις ὀργῆς νέμεσις, ἣν φυλαττοίμην,
αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις.