Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.8-1.2.9
Babrius, Fabulae Aesopeae 1.2.8-9
Not analysed yet
Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα
πότερʼ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν
αἱροῖτο. χὡ κάμηλος οὐκ ἄτερ μούσης
εἶφʼ „ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη; “
Ἁλιεύς τις αὐλοὺς εἶχε καὶ σοφῶς ηὔλει·
καὶ δή ποτʼ ὄψον ἐλπίσας ἀμοχθήτως
πολὺ πρὸς αὐλῶν ἡδυφωνίην ἕλξειν,
τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως.
ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει,
βαλὼν σαγήνην ἔλαβεν ἰχθύας πλείστους.
ἐπὶ γῆς δʼ ἰδὼν σπαίροντας ἄλλον ἀλλοίως,
τοιαῦτʼ ἐκερτόμησε τὸν βόλον πλύνων·
„ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἦν ὕμας
πάλαι χορεύειν, ἡνίκʼ εἰς χοροὺς ηὔλουν. “