Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.104-1.2.105
Babrius, Fabulae Aesopeae 1.2.104-105
Not analysed yet
Λάθρῃ κύων ἔδακνε· τῷ δὲ χαλκεύσας
ὁ δεσπότης κώδωνα καὶ προσαρτήσας
πρόδηλον εἶναι μακρόθεν πεποιήκει.
ὁ κύων δὲ τὸν κώδωνα διʼ ἀγορῆς σείων
ἠλαζονεύετ᾿. ἀλλὰ δὴ κύων γραίη
πρὸς αὐτὸν εἶπεν ,,ὦ τάλαν, τί σεμνύνῃ;
οὐ κόσμον ἀρετῆς τοῦτον οὐδʼ ἐπιεικείης,
σαυτοῦ δʼ ἔλεγχον τῆς πονηρίης κρούεις. “
Λύκος ποτʼ ἄρας πρόβατον ἐκ μέσης ποίμνης
ἐκόμιζεν οἴκαδ᾿· ᾧ λέων ὑπαντήσας
ἀπέσπασʼ αὐτοῦ. καὶ λύκος σταθεὶς πόρρω
„ἀδίκως μʼ ἀφείλω τῶν ἐμῶν“ ἐκεκράγει.
λέων δὲ τερφθεὶς εἶπε τὸν λύκον σκώπτων·
„σοὶ γὰρ δικαίως ὑπὸ φίλων ἐδωρήθη. “