Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.112
Not analysed yet
Μῦς ταῦρον ἔδακεν. ὃ δʼ ἐδίωκεν ἀλγήσας
τὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης,
ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους,
ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη
παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας
ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει.
ὃ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει
διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας
„οὐχ ὁ μέγας ἀεὶ δυνατός. ἔσθʼ ὅπου μᾶλλον
τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει. “