Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.113-1.2.114
Babrius, Fabulae Aesopeae 1.2.113-114
Not analysed yet
Μάνδρης ἔσω τις πρόβατα συλλέγων δείλης
κνηκὸν μετʼ αὐτῶν λύκον ἔμελλε συγκλείειν.
ὁ κύων δʼ ἰδὼν πρὸς αὐτὸν εἶπε ,,πῶς σπεύδεις
τὰ πρόβατα σῶσαι, τοῦτον εἰσάγων ἥμιν; “
Μεθύων ἐλαίῳ λύχνος ἑσπέρης ηὔχει
πρὸς τοὺς παρόντας ὡς ἑωσφόρου κρείσσων
ἅπασι φέγγος ἐκπρεπέστατον λάμπειν.
ἀνέμου δὲ συρίσαντος εὐθὺς ἐσβέσθη
πνοιῇ ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτων
εἶπέν τις αὐτῷ ,,φαῖνε, λύχνε, καὶ σίγα·
τῶν ἀστέρων τὸ φέγγος οὐκ ἀποθνήσκει. “