Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.115
Not analysed yet
Νωθὴς χελώνη λιμνάσιν ποτʼ αἰθυίαις
λάροις τε καὶ κήυξιν εἶπεν ἀγρώσταις
„κἀμὲ πτερωτὴν εἴθε τις πεποιήκει. “
τῇ δʼ ἐκ τύχης ἔλεξεν αἰετὸς ταῦτα·
„πόσον, χέλυμνα, μισθὸν αἰετῷ δώσεις,
ὅστις σ᾿ ἐλαφρὴν καὶ μετάρσιον θήσω; “
„τὰ τῆς Ἐρυθρῆς πάντα δῶρά σοι δώσω. “
„τοιγὰρ διδάξω“ φησίν. ὑπτίην δʼ ἄρας
ἔκρυψε νέφεσιν, ἔνθεν εἰς ὄρος ῥίψας
ἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων.
ἣ δʼ εἶπεν ἐκψύχουσα ,,σὺν δίκῃ θνήσκω·
τί γὰρ νεφῶν μοι, καὶ τίς ἦν πτερῶν χρείη,
τῇ καὶ χαμᾶζε δυσκόλως προβαινούσῃ; “