Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.116
Not analysed yet
Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως.
γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσα
θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα
λαμπρῆς σελήνης ἐν φάει καλὸν λίην,
τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι
κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω
ἐλθοῦσ᾿ ἐποίει τὴν προθυμίην πλήρη.
ὡνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης
ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω
μηδὲν χανών τε καὐτὸς ἦλθεν εἰς οἶμον.
καὶ τῇ συνεύνῳ φησί „μηδὲν ἐκπλήσσου,
τὸν παῖδα δʼ ἡμῶν πεῖσον ἐν δόμοις εὕδειν. “
ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος,
ἄμφω θελόντων δρᾶν τι, τῇδʼ ἐρᾳθύμει.