Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.117
Not analysed yet
Νεώς ποτʼ αὐτοῖς ἀνδράσιν βυθισθείσης
ἰδών τις ἔλεγεν ἄδικα τοὺς θεοὺς κρίνειν·
ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳ
πολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνῄσκειν.
καὶ ταῦθʼ ὁμοῦ λέγοντος, οἷα συμβαίνει,
πολλῶν ἐπʼ αὐτὸν ἐσμὸς ἦλθε μυρμήκων,
σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν·
ὑφʼ ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους.
Ἑρμῆς δʼ ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων
„εἶτʼ οὐκ ἀνέξῃ“ φησί „τοὺς θεοὺς εἶναι
ὑμῶν δικαστὰς οἷος εἶ σὺ μυρμήκων; “