Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.118
Not analysed yet
Ξουθὴ χελιδών, ἡ πάροικος ἀνθρώπων,
ἦρος καλιὴν ηὐθέτιζεν ἐν τοίχῳ,
ὅπου γερόντων οἶκος ἦν δικαστήρων·
κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ,
οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων.
ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγλης
ἅπαντας ἑξῆς ἔφαγεν. ἡ δὲ δειλαίη
παίδων ἀώρων συμφορὰς ἐπεθρήνει,
„οἴμοι“ λέγουσα, „τῆς ἐμῆς ἐγὼ μοίρης·
ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων,
ἔνθεν χελιδὼν ἠδικημένη φεύγω. “