Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.119
Not analysed yet
Ξύλινόν τις Ἑρμῆν εἶχεν· ἦν δὲ τεχνίτης.
σπένδων δὲ τούτῳ καὶ καθʼ ἡμέρην θύων
ἔπρασσε φαύλως. τῷ θεῷ δʼ ἐθυμώθη,
χαμαὶ δʼ ἀπεκρότησε τοῦ σκέλους ἄρας.
χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης·
ὃν συλλέγων ἄνθρωπος εἶπεν „Ἑρμεία,
σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων,
ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἥμας.
ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείεψω.
τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ᾔδειν. “
βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους.
πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας,