Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.120-1.2.121
Babrius, Fabulae Aesopeae 1.2.120-121
Not analysed yet
Ὁ τελμάτων ἔνοικος, ὁ σκιῇ χαίρων,
ὁ ζῶν ὀρυκτοῖς βάτραχος παῤ εὐρίποις,
εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις·
„ἰατρός εἰμι φαρμάκων ἐπιστήμων,
οἵων τάχʼ οὐδεὶς οἶδεν, οὐδʼ ὁ Παιήων,
ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει. “
„καὶ πῶς“ ἀλώπηξ εἶπεν „ἄλλον ἰήσῃ,
ὃς σαυτὸν οὕτω χλωρὸν ὄντα μὴ σῴζεις; “
Ὄρνις ποτʼ ἠσθένησε. τῇ δὲ προσκύψας
αἴλουρος εἶπε „πῶς ἔχεις; τίνων χρῄζεις;
ἐγὼ παρέξω πάντα σοι· μόνον σῴζου. “
ἣ δʼ „ἢν ἀπέλθῃς“, εἶπεν „οὐκ ἀποθνήσκω. “