Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.122
Not analysed yet
Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει·
λύκον δʼ ἰδὼν παρόντα καὶ σαφῆ δείσας
ὄλεθρον οὕτως εἶπεν· „ὦ λύκε, θνῄσκω
μέλλω τʼ ἀποπνεῖν. σοὶ δὲ συμβαλὼν χαίρω·
σὺ μᾶλλον ἢ γὺψ ἢ κόραξ με δειπνήσεις.
χάριν δέ μοι δὸς ἀβλαβῆ τε καὶ κούφην
ἐκ τοῦ ποδός μου τὴν ἄκανθαν εἰρύσσας,
ὥς μου κατέλθῃ πνεῦμʼ ἀναλγὲς εἰς Ἅιδου. “
κἀκεῖνος εἰπών „χάριτος οὐ φθονῶ ταύτης“
ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει.
ὃ δʼ ἐκλυθεὶς πόνων τε κἀνίης πάσης
τὸν κνηκίην χάσκοντα λακτίσας φεύγει,
ῥῖνας μέτωπα γομφίους τʼ ἀλοιήσας.
„οἴμοι“, λύκος „τάδʼ“ εἶπε „σὺν δίκῃ πάσχω·
τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν,
μαθὼν ἀπʼ ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν; “