Ancient Greek · ~1 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.123
Not analysed yet
Ὄρνιθος ἀγαθῆς ᾠὰ χρυσὰ τικτούσης
ὁ δεσπότης ἐνόμισεν ἐντὸς εὑρήσειν
χρυσοῦ μέγιστον ὄγκον, ὅνπερ ὠδίνειν·
θύσας δὲ ταύτην εὗρε τὴν φύσιν πάσαις
τὰ πάνθʼ ὁμοίην οὖσαν. ἀθρόως δʼ ἕξειν
μέγιστον ὄλβον ἐλπίσας τε καὶ σπεύσας
ἀπεστερήθη τοῦ τὰ μικρὰ κερδαίνειν.