Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.124
Not analysed yet
Ὀρνιθοθήρῃ φίλος ἐπῆλθεν ἐξαίφνης,
μέλλοντι θύμβρα καὶ σέλινα δειπνήσειν.
ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει.
ὥρμησε δὴ πέρδικα ποικίλον θύσων,
ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν.
ὃ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι·
„τὸ λοιπόν, ὦ τᾶν, δικτύῳ τί ποιήσεις,
ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει
εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;
τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις; “
ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην
ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη.
ὃ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας·
„πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει,
τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ
πότʼ ἐννυχεύει χρυσότοξος Ὠρίων;
ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει,
ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων; “
κἀκεῖνος εἶπεν „οἶσθα χρησίμους ὥρας·
ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει·